We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

Forgotten God's Sanctuary

from Temenos (Alternative Mix) by ATRAHORA

/

about

music by Yanis, 2011

lyrics

Delphic Paean by Athenaios Athenaiou

1. Κέκλυθ᾽ Ἑλικῶνα βαθύδενδρον αἳ λάχετε, Διὸς ἐριβρόμου θύγατρες εὐώλενοι, μόλετε, συνόμαιμον ἵνα Φοῖβονὠιδαῖσι μέλψητε χρυσεοκόμαν, ὃς ἀνὰ δικόρυμβα Παρνασσίδος τᾶσδε πετέρας ἕδραν’ ἅμ’ ἀγακλυταῖς Δελφίσιν Κασταλίδος εὐΰδρου νάματ’ ἐπινίσεται, Δελφὸν ἀνὰ πρῶνα μαντεῖον ἐφέπων πάγον.
2. ἢν κλυτὰ μεγαλόπολις Ἀθθὶς, εὐχαῖσι φερόπλοιο ναίουσα Τριτωνίδος δάπεδον ἄθραυστον· ἁγίοις δὲ βωμοῖσιν Ἅφαῖστος αἴθει νέων μῆρα ταύρων· ὁμοῦ δέ νιν Ἄραψ ἀτμὸς ἐς Ὄλυμπον ἀνακίδναται· λιγὺ δὲ λωτὸς βρέμων αἰόλοις μ̣έλεσιν ὠιδαὰν κρέκει· χρυσέα δ’ ἀδύθρους κίθαρις ὕμνοισιν ἀναμέλπεται.
3. ὁ δὲ τεχνιτῶν πρόπας ἐσμὸς Ἀθθίδα λαχὼν ἀγλαίζει κλυτὸν παῖδα μεγάλου Διὸς, σοὶ γὰρ ἔπορ’ ἀκρονιφῆ τόνδε πάγον, ἄμβροτ’ ἀψευδέ’οὗ πᾶσι θνατοῖς προφαίνεις λόγια, τρίποδα μαντεῖον ὡς εἴλες, ὃν μέγας ἐφρούρει δράκων, ὅτε τέκος Γᾶς ἀπέστησας αἰόλον ἑλικτὰν φυάν, ἔσθ’ ὁ θὴρ πυκνὰ συρίγμαθ’ ἱεὶς ἀθώπευτ’ ἀπέπνευσ’ ὁμῶς· ὡς δὲ Γαλατᾶν ἄρης βάρβαρος, τάνδ᾽ ὃς επὶ γαῖαν ἐπέρασ’ ἀσέπτως χιόνος ὤλεθ᾽ ὑγραῖς χοαῖς.

credits

from Temenos (Alternative Mix), released March 25, 2023

license

all rights reserved

tags

about

ATRAHORA

ANTIQUE DARK METAL

contact / help

Contact ATRAHORA

Streaming and
Download help

Report this track or account

If you like ATRAHORA, you may also like: